Numbers 26

1καὶ ἐγένετο μετὰ τὴν πληγὴν καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν Καὶ πρὸς Ελεαζαρ τὸν ἱερέα λέγων 2Λαβὲ τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ. ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατ' οἴκους πατριῶν αὐτῶν, πᾶς ἐκπορευόμενος παρατάξασθαι ἐν ισραηλ 3καὶ ἐλάλησεν Μωϋσῆς καὶ Ελεαζαρ ἱερεὺς ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω λέγων 4Ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. Καὶ οἱ υἱοὶ Ισραηλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου· 5Ρουβην· πρωτότοκος Ισραηλ. υἱοὶ δὲ ρουβην Ενωχ· καὶ δῆμος τοῦ ενωχ τῷ Φαλλου δῆμος τοῦ Φαλλουι· 6τῷ Ασρων δῆμος τοῦ Ασρωνι· τῷ Χαρμι. δῆμος τοῦ χαρμι 7οὗτοι δῆμοι Ρουβην· καὶ ἐγένετο ἐπίσκεψις αὐτῶν τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα. 8καὶ υἱοὶ Φαλλου· Ελιαβ. 9καὶ υἱοὶ Ελιαβ· Ναμουηλ καὶ Δαθαν καὶ Αβιρων· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς, οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ααρων ἐν τῇ συναγωγῇ Κορε ἐν τῇ ἐπισυστάσει κυρίου, 10καὶ ἀνοίξασα γῆ τὸ στόμα αὐτῆς κατέπιεν αὐτοὺς καὶ Κορε ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγεν τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ, 11οἱ δὲ υἱοὶ Κορε οὐκ ἀπέθανον. 12Καὶ οἱ υἱοὶ Συμεων· δῆμος τῶν υἱῶν Συμεων· τῷ Ναμουηλ δῆμος Ναμουηλι· τῷ Ιαμιν δῆμος Ιαμινι· τῷ Ιαχιν δῆμος Ιαχινι· 13τῷ Ζαρα δῆμος Ζαραι· τῷ Σαουλ δῆμος Σαουλι. 14οὗτοι δῆμοι Συμεων ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι. 15
LXX: Num.26:24
Υἱοὶ Γαδ κατὰ δήμους αὐτῶν· τῷ Σαφων δῆμος Σαφωνι· τῷ Αγγι· δῆμος αγγι τῷ Σουνι· δῆμος σουνι
16
LXX: Num.26:25
τῷ Αζενι· δῆμος αζενι τῷ Αδδι· δῆμος αδδι
17
LXX: Num.26:26
τῷ Αροαδι· δῆμος αροαδι τῷ Αριηλ δῆμος Αριηλι.
18
LXX: Num.26:27
οὗτοι δῆμοι υἱῶν Γαδ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
19
LXX: Num.26:15
Υἱοὶ δὲ Ιουδα· Ηρ καὶ Αυναν· καὶ ἀπέθανεν ηρ καὶ Αυναν ἐν γῇ Χανααν.
20
LXX: Num.26:16
ἐγένοντο δὲ οἱ υἱοὶ Ιουδα κατὰ δήμους αὐτῶν· τῷ Σηλων δῆμος Σηλωνι· τῷ Φαρες· δῆμος φαρες τῷ Ζαρα δῆμος Ζαραι.
21
LXX: Num.26:17
καὶ ἐγένοντο υἱοὶ Φαρες· τῷ Ασρων δῆμος Ασρωνι· τῷ Ιαμουν δῆμος Ιαμουνι.
22
LXX: Num.26:18
οὗτοι δῆμοι τῷ Ιουδα κατὰ τὴν ἐπισκοπὴν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.
23
LXX: Num.26:19
Καὶ υἱοὶ Ισσαχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλα δῆμος Θωλαι· τῷ Φουα δῆμος Φουαι·
24
LXX: Num.26:20
τῷ Ιασουβ δῆμος Ιασουβι· τῷ Σαμαραν δῆμος Σαμαρανι.
25
LXX: Num.26:21
οὗτοι δῆμοι Ισσαχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τριακόσιοι.
26
LXX: Num.26:22
Υἱοὶ Ζαβουλων κατὰ δήμους αὐτῶν· τῷ Σαρεδ δῆμος Σαρεδι· τῷ Αλλων δῆμος Αλλωνι· τῷ Αλληλ δῆμος Αλληλι.
27
LXX: Num.26:23
οὗτοι δῆμοι Ζαβουλων ἐξ ἐπισκέψεως αὐτῶν, ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι.
28
LXX: Num.26:32
Υἱοὶ Ιωσηφ κατὰ δήμους αὐτῶν· Μανασση καὶ Εφραιμ.
29
LXX: Num.26:33
υἱοὶ Μανασση· τῷ Μαχιρ δῆμος Μαχιρι· καὶ μαχιρ ἐγέννησεν τὸν Γαλααδ· τῷ Γαλααδ δῆμος Γαλααδι.
30
LXX: Num.26:34
καὶ οὗτοι υἱοὶ Γαλααδ· τῷ Αχιεζερ δῆμος Αχιεζερι· τῷ Χελεγ δῆμος Χελεγι·
31
LXX: Num.26:35
τῷ Εσριηλ δῆμος Εσριηλι· τῷ Συχεμ δῆμος Συχεμι·
32
LXX: Num.26:36
τῷ Συμαερ δῆμος Συμαερι· καὶ τῷ Οφερ δῆμος Οφερι.
33
LXX: Num.26:37
καὶ τῷ Σαλπααδ· υἱῷ Οφερ οὐκ ἐγένοντο αὐτῷ υἱοί, ἀλλ' θυγατέρες, καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων σαλπααδ Μαλα καὶ Νουα καὶ Εγλα καὶ Μελχα καὶ Θερσα.
34
LXX: Num.26:38
οὗτοι δῆμοι Μανασση ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιάδες καὶ ἑπτακόσιοι.
35
LXX: Num.26:39
Καὶ οὗτοι υἱοὶ Εφραιμ· τῷ Σουταλα δῆμος Σουταλαι· τῷ Ταναχ δῆμος Ταναχι.
36
LXX: Num.26:40
οὗτοι υἱοὶ Σουταλα· τῷ Εδεν δῆμος Εδενι.
37
LXX: Num.26:41
οὗτοι δῆμοι Εφραιμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι. οὗτοι δῆμοι υἱῶν Ιωσηφ κατὰ δήμους αὐτῶν.
38
LXX: Num.26:42
Υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν· τῷ Βαλε δῆμος Βαλει· τῷ Ασυβηρ δῆμος Ασυβηρι· τῷ Ιαχιραν δῆμος Ιαχιρανι·
39
LXX: Num.26:43
τῷ Σωφαν δῆμος Σωφανι.
40
LXX: Num.26:44
καὶ ἐγένοντο οἱ υἱοὶ Βαλε Αδαρ. καὶ Νοεμαν· τῷ Αδαρ δῆμος Αδαρι· τῷ Νοεμαν δῆμος Νοεμανι.
41
LXX: Num.26:45
οὗτοι υἱοὶ Βενιαμιν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι.
42
LXX: Num.26:46
Καὶ υἱοὶ Δαν κατὰ δήμους αὐτῶν· τῷ Σαμι· δῆμος σαμι οὗτοι δῆμοι δαν κατὰ δήμους αὐτῶν.
43
LXX: Num.26:47
πάντες οἱ δῆμοι Σαμι κατ' ἐπισκοπὴν αὐτῶν τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.
44
LXX: Num.26:28
Υἱοὶ Ασηρ κατὰ δήμους αὐτῶν· τῷ Ιαμιν δῆμος Ιαμινι· τῷ Ιεσου δῆμος Ιεσουι· τῷ Βαρια δῆμος Βαριαι·
45
LXX: Num.26:29
τῷ Χοβερ δῆμος Χοβερι· τῷ Μελχιηλ δῆμος Μελχιηλι.
46
LXX: Num.26:30
καὶ τὸ ὄνομα θυγατρὸς Ασηρ Σαρα.
47
LXX: Num.26:31
οὗτοι δῆμοι Ασηρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι.
48Υἱοὶ Νεφθαλι κατὰ δήμους αὐτῶν· τῷ Ασιηλ δῆμος Ασιηλι· τῷ Γαυνι· δῆμος γαυνι 49τῷ Ιεσερ δῆμος Ιεσερι· τῷ Σελλημ δῆμος Σελλημι. 50οὗτοι δῆμοι Νεφθαλι ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι. 51Αὕτη ἐπίσκεψις υἱῶν Ισραηλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα. 52Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 53Τούτοις μερισθήσεται γῆ κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων· 54τοῖς πλείοσιν πλεονάσεις τὴν κληρονομίαν καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ καθὼς ἐπεσκέπησαν δοθήσεται κληρονομία αὐτῶν. 55διὰ κλήρων μερισθήσεται γῆ· τοῖς ὀνόμασιν κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν· 56ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀνὰ μέσον πολλῶν καὶ ὀλίγων. 57Καὶ υἱοὶ Λευι κατὰ δήμους αὐτῶν· τῷ Γεδσων δῆμος Γεδσωνι· τῷ Κααθ δῆμος Κααθι· τῷ Μεραρι. δῆμος μεραρι 58οὗτοι δῆμοι υἱῶν Λευι· δῆμος Λοβενι, δῆμος Χεβρωνι, δῆμος Κορε καὶ δῆμος Μουσι. καὶ Κααθ ἐγέννησεν τὸν Αμραμ. 59καὶ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ιωχαβεδ θυγάτηρ Λευι, ἔτεκεν τούτους τῷ Λευι ἐν Αἰγύπτῳ· καὶ ἔτεκεν τῷ Αμραμ τὸν Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν. 60καὶ ἐγεννήθησαν τῷ Ααρων τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ. 61καὶ ἀπέθανεν Ναδαβ καὶ Αβιουδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι κυρίου ἐν τῇ ἐρήμῳ Σινα. 62καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ισραηλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ισραηλ. 63καὶ αὕτη ἐπίσκεψις Μωυσῆ Καὶ Ελεαζαρ τοῦ ἱερέως, οἳ ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐπὶ τοῦ Ιορδάνου κατὰ Ιεριχω. 64καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ααρων, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ισραηλ ἐν τῇ ἐρήμῳ Σινα· 65ὅτι εἶπεν κύριος αὐτοῖς Θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Χαλεβ υἱὸς Ιεφοννη καὶ Ἰησοῦς τοῦ Ναυη.
Copyright information for LXX